Αλέξ. Κ. Παπαδερός: Αφιέρωμα στη μνήμη του Nηλ Όλντεν Άρμστρονγκ

Date:

Το απόγευμα της Κυριακής, 20 Ιουλίου 1969, την ώρα που είχε προβλεφθεί ότι θα γίνει η προσεδάφιση του διαστημοπλοίου «Απόλλων 11» με τους πρώτους ανθρώπους στη Σελήνη (6.00 μ.μ.) τελέσθηκε με πρωτοβουλία της Ορθοδόξου Ακαδημίας Κρήτης ειδική ιεροτελεστία στην Ι. Μονή Γωνιάς Χανίων υπέρ ευοδώσεως της ιστορικής εκείνης αποστολής. Προεξήρχε ο Σεβασμ. Μητροπολίτης Κισάμου και Σελίνου Ειρηναίος, περιστοιχιζόμενος από πολλούς ιερείς. Παρέστησαν πολλοί Κρήτες και αλλοδαποί, κυρίως Αμερικανοί. Το δεύτερο στιχηρό (Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ Ἅγιον) και την ΕΥΧΗ συνέθεσε ο Γεν. Διευθυντής της Ακαδημίας Αλέξ. Κ. Παπαδερός.

Η ΑΚΟΛΟΥΘΙΑ

Διάκονος:                 Εὐλόγησον Δέσποτα

Ἱερεύς :                  Εὐλογητός…

Ἀναγνώστης:            Ψαλμός 148ος

Χορός:

–          Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει…(Ἑσπερινὸς Σαββάτου, πλ.  β΄).

–          Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ Ἅγιον, διανοίας φωτίζει, ἐπιστήμην τελειοῖ, οὐρανούς τῷ ἀνθρώπῳ διήνοιξε, πρὸς ἀστέρας ἀνόδους ἐπέτρεψεν, ὅλην συγκροτεῖ τὴν τοῦ σύμπαντος φύσιν. Ὁμοούσιε καὶ ὁμόθρονε, τῷ Πατρί καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα Σοι.

Δοξολογία

Μικρά συναπτή

Διάκονος:       Ἐλέησον ἡμᾶς ὁ Θεός…

……

Ἔτι δεόμεθα ὑπέρ πάντων τῶν ἐν ἐπιστήμῃ καὶ τεχνουργίᾳ διακονούντων ἀδελφῶν ἡμῶν καὶ ὑπέρ φωτισμοῦ αὐτῶν καὶ εὐοδώσεως τοῦ κατὰ Θεὸν ἔργου αὐτῶν.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων Σου Νήλ, Ἔντουϊν καὶ Μάικελ, τῶν μακρὰν τῆς γῆς τῇ ὥρᾳ ταύτῃ ἐπ’ ἐλπίδι διαπορευομένων, ὑγείας, σωτηρίας, ἀντιλήψεως καὶ διαφυλάξεως αὐτῶν.

Ἱερεύς :         Ὅτι ἐλεήμων…

Διάκονος:       Τοῦ Κυρίου δεηθῶμεν.

Χορός:          Κύριε, ἐλέησον.

Ἀρχιερεύς:                                            ΕΥΧΗ

Κύριε, ὁ Θεός ἡμῶν, ὁ μέγας καὶ δυνατός, ὁ τὸ χάος εἰς κόσμον μεταμορφώσας,

ὁ κατασκευάσας τὴν γῆν ἐν σοφίᾳ καὶ κατακοσμήσας τοὺς οὐρανοὺς δι᾽ἀστέρων,

ὁ θεμελιώσας τὰ σύμπαντα τῷ δακτύλῳ τῷ Σῷ.

Ναί, Κύριε παντοκράτορ, ὁ ποιήσας φωστῆρα μέγαν εἰς ἀρχάς τῆς ἡμέρας

καὶ φωστῆρα ἐλάσσω εἰς ἀρχάς τῆς νυκτός καὶ θέσας αὐτούς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπί τῆς γῆς καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτός

καὶ ἀνὰ μέσον τοῦ σκότους· ὁ κραταιὸς καὶ φοβερός ἐν ἰσχύι, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται· ὁ ἐνδυσάμενος μεγαλοπρέπειαν καὶ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Ὁ ἐκτείνων τόν οὐρανόν ὡσεὶ δέρριν, ὁ τιθείς ὑδατόρρυτα νέφη τὴν ἐπίβασίν Σου,

ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· ὁ ἐξαποστέλλων τοὺς ἀγγέλους Σου οὐρανόθεν

ὡσεὶ φλόγα πυρός.

Ὁ Ἠλίαν τὸν Θεσβίτην, τεθρίππῳ ἅρματι πυρίνῳ οὐρανὸν διιππεύοντα, ἀεροβάτην πυρφόρον καὶ διφρηλάτην ἀναδείξας οὐρανοδρόμον.

Ὁ καταβάς εἰς Ὄρος Σινᾶ ἐν νεφέλῃ καὶ παραδοὺς Μωυσῇ ἐντολάς σωτηρίους·

εἶτα δὲ καὶ τὸν Μονογενῆ Σου Υἱόν καταπέμψας τῷ κόσμῳ, τοῦ διανοῖξαι τῷ Σταυρῷ οὐρανοὺς κεκλεισμένους, ἀναστάντα δέ πάλιν εἰς οὐρανούς ἀναλαβών ἐν νεφέλῃ καὶ δόξῃ.

Ὁ τόν Ἀπόστολόν Σου οὐρανοβάμονα ἀναδείξας καὶ ἕως τρίτου οὐρανοῦ ἀναρπάσας,

ἔνθα ἄρρητα ῥήματα ἤκουσεν, ἅ οὐκ ἐξόν ἀνθρώπῳ λαλῆσαι.

Ναί, Κύριε πανοικτίρμον, ὁ ποιήσας ἄνθρωπον κατ᾽ εἰκόνα τὴν Σὴν

καὶ στεφανώσας αὐτὸν δόξῃ καὶ τιμῇ· Σύ αὐτόν ἐπὶ τὰ ἔργα τῶν χειρῶν Σου φιλανθρώπως κατέστησας· Σὺ τῷ Πνεύματί Σου τῷ Ἁγίῳ κατελάμπρυνας αὐτοῦ τὴν διάνοιαν, εἰς τὸ μελετᾶν τὰ θαυμάσιά Σου καὶ κατανοεῖν τῶν μεγαλουργιῶν Σου τὸ πλῆθος· Σύ δέδωκας αὐτῷ λογισμὸν καὶ σοφίαν εἰς τὸ διερευνᾶν τὰς τῆς φύσεως δομὰς καὶ τοὺς ὅρους καὶ προάγεσθαι ἐν ἐπιστήμῃ καὶ γνώσει, καὶ μηχανὰς τεχνουργεῖν ἀφθόνως ποικίλας εἰς θεραπείαν τοῦ λαοῦ Σου καὶ τέρψιν, Σύ γάρ πάντων τῶν φώτων πατήρ, παντογνῶστα!

Ἰδοὺ νῦν ἄνθρωπος ἐπιμελείᾳ καὶ μόχθῳ εἰς ἄκρον ἐπιστήμης καὶ τέχνης ἀχθείς, οὐρανούς ἀνατρέχει πυροκινήτοις ὀχήμασι, ζήλῳ φλεγόμενος τοῦ διακριβῶσαι φύσιν καὶ κάλλος τῶν κτισμάτων Σου τῶν ἐπέκεινα γῆς.

Ἡμεῖς οὖν θάμβει συνεχόμενοι ἐν ἐκστάσει, δοξολογίαν ἐκ βαθέων προσφέρομέν Σοι

καὶ εὐχαριστίας εὐγνωμόνοις καρδίαις, τὰ καλά τε καὶ θαυμαστά λογιζόμενοι πάντα,

ὅσα τὸ γένος τῶν ἀνθρώπων ἐπιτελεῖν ἐπιτρέπεις.

Δεόμεθά Σου δέ, πανάγαθε, ἐκτενῶς, συγχώρησον καὶ ἀνάπαυσον τοὺς δούλους Σου,

τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν, τοὺς ἐν ἐργαστηρίῳ καὶ ἐπιστήμῃ,

τοὺς ἐν πειράμασι καὶ κατασκευαῖς καὶ παντίοις τῶν χειρῶν καὶ τοῦ πνεύματος ἔργοις

τιμίως κεκοπιακότας, τούς  τε ἀγαπήσαντας τὸ ὄνομά Σου, καὶ τούς ἀγνοίᾳ καὶ πλάνῃ παριδόντας τήν δόξαν Σου.

Χορός:          Αἰωνία ἡ μνήμη… (τρίς)

Ἐξαιρέτως δεόμεθά Σου τῇ ὥρᾳ ταύτῃ, Κύριε τῶν δυνάμεων καὶ βασιλεῦ τῶν οὐρανῶν· συνόδευσον τοὺς δούλους Σου, τοὺς πυρφόρῳ ἀναβάσει πρὸς ἥν Σύ ἐποίησας φαεσφόρον φερομένους Σελήνην.

Τείχισον αὐτοὺς τῇ σκέπῃ τῶν πτερύγων τῆς ἀύλου Σου δόξης· παράσχου ῥῶσιν ταῖς ψυχαῖς αὐτῶν καὶ τοῖς σώμασι· κατάστησον τὴν αἰθέριον αὐτῶν καὶ ξένην πορείαν ἀσφαλῆ καὶ βεβαίαν· ὁδήγησον αὐτοὺς εἰς ποθούμενον τέλος καὶ ἐπανάγαγε αὐτούς εἰς τὴν γῆν ἀβλαβεῖς, ἵνα ἐκδιηγήσωνται τῷ κόσμῳ τά θαυμάσιά Σου.

Καὶ δός αὐτοῖς καὶ τοῖς συνεργοῖς αὐτῶν καὶ τοῖς ἄρχουσιν αὐτῶν καὶ ἡμῖν πᾶσι

πνεῦμα ταπεινοφροσύνης καὶ σωφροσύνης, πνεῦμα συνέσεως καὶ καταλλαγῆς,

πνεῦμα δικαιοσύνης καὶ πνεῦμα εἰρήνης, ἵνα μή ἐπάρσεως δαιμονικῆς καὶ φιλαυτίας πλησθέντες, νέαν πειρασώμεθα οἰκοδομεῖν Βαβέλ καἰ εἰς σύγχυσιν πάλιν καὶ χάος καταδυθῶμεν ἀφρόνως· ἀλλ’ ἵνα τά ἔργα ἡμῶν ἐν εὐχαριστίᾳ ἀναφέρωμέν Σοι καὶ πίστει.

Ὅτι Σύ εἶ ὁ ἐποπτεύων τούς οὐρανούς καὶ συνέχων τά πάντα, ὁ κυβερνήτης τοῦ κόσμου καὶ παντὸς ἀγαθοῦ χορηγός, καὶ Σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σύν τῷ μονογενεῖ Σου Υἱῷ καὶ τῷ Παναγίῳ Σου Πνεύματι

εἰς τούς αἰῶνας. Ἀμήν.

Ἀπόλυσις…….

Ακολουθήστε το agonaskritis.gr στο Google News, στο facebook και στο twitter και μάθετε πρώτοι όλες τις ειδήσεις

Κοινοποιήστε:

Εγγραφείτε

spot_imgspot_img

Δημοφιλή

Περισσότερα σαν αυτό
Related

Φόρος τιμής στους πρωτοπόρους Έλληνες μετανάστες στις Δυτικές Πολιτείες των ΗΠΑ | Φωτός

Του Μανώλη Βεληβασάκη, Προέδρου ΠΣΚ Πριν από ενάμιση αιώνα, Αμερικανοί πολίτες...

Η άγνωστη ιστορία πίσω από τα κάλαντα της Πρωτοχρονιάς

Του Αιμίλιου Δασύρα | Έχετε προσέξει ότι τα κάλαντα...

Έθιμα των Χριστουγέννων στην Κρήτη

Τα Χριστούγεννα ή οι «Γιορτές» στην Ελλάδα δεν είναι...